Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.24 Dem. 61.27 (English) >>Dem. 61.30

61.26 μὲν οὖν προαίρεσις οὕτω καλὴ καὶ παρὰ πᾶσιν ἀνθρώποις ἠγαπημένη· νομίζων δʼ οὐδὲν εἶναι προὔργου τῶν σπουδαιοτάτων ἐπιθυμεῖν οὐδὲ καλῶς πρὸς ἅπαντα πεφυκέναι τὸ σῶμα μὴ τῆς ψυχῆς φιλοτίμως παρεσκευασμένης, τὴν μὲν φιλοπονίαν ἐν τοῖς γυμνασίοις εὐθέως ἐπιδειξάμενος οὐδʼ ἐν τοῖς ἔργοις ἐψεύσω, τὴν δʼ ἄλλην ἐπιφάνειαν τῆς σαυτοῦ φύσεως καὶ τὴν τῆς ψυχῆς ἀνδρείαν ἐν τοῖς ἀγῶσι μάλιστʼ ἐνεδείξω. 61.27περὶ ὧν ὀκνῶ μὲν ἄρξασθαι λέγειν, μὴ λειφθῶ τῷ λόγῳ τῶν τότε γεγενημένων, ὅμως δʼ οὐ παραλείψω· καὶ γὰρ αἰσχρὸν θεωροῦντας ἡμᾶς εὐφραίνει, ταῦτʼ ἀπαγγεῖλαι μὴ ʼθέλειν. ἅπαντας μὲν οὖν εἰ διεξιοίην τοὺς ἀγῶνας, ἴσως ἂν ἄκαιρον μῆκος ἡμῖν ἐπιγένοιτο τῷ λόγῳ· ἑνὸς δέ, ἐν πολὺ διήνεγκας, μνησθεὶς ταὐτά τε δηλώσω καὶ τῇ τῶν ἀκουόντων δυνάμει συμμετρώτερον φανήσομαι χρώμενος. 61.28τῶν γὰρ ζευγῶν ἀφεθέντων, καὶ τῶν μὲν προορμησάντων, τῶν δʼ ὑφηνιοχουμένων, ἀμφοτέρων περιγενόμενος ὡς ἑκατέρων προσῆκε, τὴν νίκην ἔλαβες, τοιούτου στεφάνου τυχὼν ἐφʼ , καίπερ καλοῦ τοῦ νικᾶν ὄντος, κάλλιον ἐδόκει καὶ παραλογώτερον εἶναι τὸ σωθῆναι. φερομένου γὰρ ἐναντίου μέν σοι τοῦ τῶν ἀντιπάλων ἅρματος, ἁπάντων δʼ ἀνυπόστατον οἰομένων εἶναι τὴν τῶν ἵππων δύναμιν, ὁρῶν αὐτῶν ἐνίους καὶ μηδενὸς δεινοῦ παρόντος ὑπερηγωνιακότας, οὐχ ὅπως ἐξεπλάγης κατεδειλίασας, ἀλλὰ τῇ μὲν ἀνδρείᾳ καὶ τῆς τοῦ ζεύγους ὁρμῆς κρείττων ἐγένου, τῷ δὲ τάχει καὶ τοὺς διηυτυχηκότας τῶν ἀνταγωνιστῶν παρῆλθες.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.24 Dem. 61.27 (English) >>Dem. 61.30

Powered by PhiloLogic